α′. Αἰσχύλῳ. Ἀπερχόμενοι μὲν εἰς Δελφοὺς καταίρειν διεγνώκειμεν, ὡς ἐν Δελφοῖς, ἐφ’ ὅσον δοκεῖ Ἀθηναίοις, βιωσόμενοι· καθ’ ὁδὸν δὲ τῶν ἐξ Ἄργους μοι ξένων ἐντυγχάνουσι Νικίας καὶ Μελέαγρος, ὅ τε οὐ πρὸ πολλοῦ Ἀθήνησι διατρίψας Εὐκράτης. καὶ περιστάντες ὡς ᾔσθοντο πυνθανόμενοι τοῦ ἐξοστρακισμοῦ, ἠχθέσθησαν μὲν εὐθὺς καὶ πολλὰ Ἀθηναίοις ἐνεκάλουν· ἐπεὶ δὲ ἔγνωσαν ὅτι εἰς Δελφοὺς ὥρμημαι καταίρειν, παυσάμενοι τοῖς Ἀθηναίοις ἐγκαλεῖν ἐμὲ ἐκάκιζον, καὶ ἠτιμάσθαι μὲν ἑαυτοὺς ἔφασκον εἰ μὴ ἐπιτήδειοι ὑπελήφθησαν αὐτοὶ τὸ ἀτύχημα ἡμῶν ἐκδέξασθαι (ἐμαρτύροντο δὲ Νεοκλέα τὸν ἡμέτερον πατέρα ὡς ἐπὶ πλεῖστον βιώσειεν ἐν Ἄργει, ἐγὼ δὲ ἀμελοίην αὐτοῦ ἀγαπήσαντος Ἄργος τε καὶ τοὺς ἐν Ἄργει φίλους), οὐ μακρὰν δὲ ἦσαν καὶ ἐπαινεῖν Ἀθηναίους ὡς δίκαια τινόντων ἡμῶν. τελευτῶντες δὲ ἐδέοντο μὴ σφᾶς κατακρίνεσθαι τῆς ἐντυχίας μόνον τῆς ἡμετέρας αἰτίους γεγονέναι, μηδὲ ὑβρίσαι αὐτῶν τὸ εὐτύχημα τῆς ἀπαντήσεως, Νεοκλέα τε πάλιν προφέροντες καὶ ὡς ἄξιον εἴη πόλει τε τῇ αὐτῇ τῷ πατρὶ καὶ οἴκῳ ἐμβιῶναι. ὥστε ἀπῆγον ἡμᾶς ἔχοντες εἰς Ἄργος, Αἰσχύλε. καὶ νῦν ἐν Ἄργει τὴν φυγὴν ἀνεπαύσαμεν, καὶ πολλὰ πάσχομεν οὐδὲ ἄρχειν βουλόμενοι Ἀργείων · ἀγανακτοῦσι γὰρ ὡς ἀδικούμενοι, ἢν μὴ ἄρχωμεν. ἡμῖν δὲ ἀρέσκει μηδὲ μεγάλοις εἶναι δοκεῖν, οὐ μόνον ὅτι ἔβλαψεν ἡμᾶς ταῦτα, ἀλλὰ καὶ ὅτι ἀρκεῖ αὐτῶν ἐν δέοντι ἀπολελαυκέναι. β′. Παυσανίᾳ. Ἐξωστρακίσμεθα, ὦ Παυσανία, ὑπ’ Ἀθηναίων, καὶ νῦν ἐν Ἄργει ἐσμέν, ὡς μή τι κακὸν ὑφ’ ἡμῶν Ἀθηναῖοι πάθοιεν· ἐδόξαζον γὰρ ὅτι πείσονται. καὶ οὐδέν τι μέλλων ἐγώ (ὥσπερ οὐδὲ ἐξῆν ἔτι μέλλειν ) μετέστην ἐξ Ἀθηνῶν καὶ ἀπέλυσα αὐτοὺς τοῦ φόβου. Ἀργεῖοι δὲ πλέον ἢ κατὰ φυγάδας προσάγονται ἡμῖν, καὶ ὧν Ἀθηναῖοι εὖ ἔπαθον, οὗτοι ἀμείβεσθαι θέλουσιν, ὥστε καὶ στρατηγίας ἀξιοῦσιν ἡμᾶς ἀναλαμβάνειν καὶ ἐπιστάτας ὅλου Ἄργους γενέσθαι, καὶ οὐ μικρὰ ἀδικοῦσιν οὐκ ἐῶντες ἡμᾶς εἶναι φυγάδας, ὡς ἠθέλησαν Ἀθηναῖοι. ἐγὼ δὲ καὶ ἀτιμάζειν αὐτῶν τὴν προθυμίαν αἰδοῦμαι καὶ ἔτι μᾶλλον λαβεῖν ἃ διδόασιν οὐχ ὑπομένω· ἦ γὰρ ἂν τὰ τοιαῦτα ἐγὼ διώκων εἰκότως ἂν ἐξωστρακίσθα δοκοίην. καταγνώσεώς τε ἐγγὺς εἶναι μετασταθέντα με ὑπὸ Ἀθηναίων ὡς ἄρχειν ὀρεγόμενον ἐξ Ἄργους φεύγειν ὅτι ἄρχειν ἀναγκάζομαι. ἀλλ’ ἐμοὶ μέν, ὦ Παυσανία, κουφότατον, εἰ κρείσσω παραιτήσεως τὴν σπουδὴν ποιοῖντο, μεταβάντι εἰς ἄλλην πόλιν διάγειν, ὡς ὅπῃ ἂν φύγω, πάντῃ μοι φυλάσσεται ἴσον τὸ μὴ ἐν Ἀθήναις εἶναι. σοὶ δὲ οὐκ οἶδα ἐπὶ μέγα προχωροῦντι εἰ μὴ νῦν μάλιστα συνάχθεσθαι δεῖ καὶ δεδιέναι περὶ σοῦ· τοῦ τε γὰρ Ἑλλησπόντου σε ἅπαντος ἄχρι Βοσπόρου σχεδὸν ἄρχειν ἀκούω, πειρᾶσθαί τέ σε καὶ τοῦ Ἰωνικοῦ καὶ ἤδη καὶ παρὰ βασιλεῖ τὸ σὸν ἀκούεσθαι ὄνομα, ὥστε οἱ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ πολύ σε βουλοίμεθα ἂν τῶν νῦν ἐλάσσονα εἶναι. καὶ σὺ δέ, ὦ Παυσανία, ἄνες τῆς εὐτυχίας, καὶ μὴ ἀγνόει ὅτι ἀτεχνῶς τοῖς ἀνθρώποις τὰ ἀτυχήματα τρέφουσιν αἱ εὐπραγίαι, καὶ ὅτι τοῦτο ἐν πᾶσι μὲν ἀεὶ νενίκηκε ταύτῃ ἔχειν, μάλιστα δ’ ἐν τοῖς ἐπὶ νόμοις τε καὶ δήμοις κειμένοις· δοῦλοι γὰρ τοῦ πλήθους ὄντες, ὦ Παυσανία, ἀρχὴν λαμβάνομεν, ἄρχοντες δὲ τοῖς δοῦσιν ἐπίφθονοι γινόμεθα. ἔπειτα οὐκ ἐπὶ τὴν αὐτὴν ἡμᾶς ἀπολύουσι χώραν, ἐν ᾗ καὶ πρὶν ἄρχειν ἦμεν, ἀλλὰ δοκιμάζοντες ἄρα τὴν ἑαυτῶν ἐξουσίαν καὶ συλλαμβανόμενοι τῷ σάλῳ τῆς τύχης εἰς φυγὰς καὶ θανάτους καταλύουσι τοὺς ἄρχοντας. δεῖ ἄρα ἐν πόλει τοὺς εὖ πράσσειν θέλοντας τούτου αὐτοῦ φείδεσθαι μάλιστα. σκόπει οὖν, ὦ Παυσανία, ὅπως ἥκιστα ἐκ τῶν παρόντων μεγάλη σε δέξεται μεταβολή· ἡμεῖς μὲν γὰρ ὧδε ἔχοντες οὐκέτι τὴν εὐτυχίαν διώξομεν. γ′. Πολυγνώτῳ. Φεύγομεν, ὥσπερ ἐγκελεύῃ, κατὰ τάχος, ὦ Πολύγνωτε, καὶ ἐξελθόντες ἐξ Ἄργους ἐν θαλάσσῃ ἐσμέν, ὅ τε πλοῦς ἐπὶ Κέρκυραν ἡμῖν τέταται, καὶ νεαλῆ ἔχοντες τὰ πλοῖα ἀπερχόμεθα. τὸν μὲν οὖν ἄγγελον τῆς σπουδῆς καὶ σὺ ἐπαινέσεις· ἀφεθεὶς γὰρ ᾗ τὴν ἐκκλησίαν ἔλυσαν Ἀθηναῖοι, οὐ πόρρω τῆς ἑσπέρας ὥς φασιν οὔσης, τῇ μετὰ τὴν νύκτα ἐκείνην ἡμέρᾳ ἦν ἐν Ἄργει, μηδὲ μεσημβρίας ἤδη ἐφισταμένης. δέος δέ ἐστι μὴ ἀνωφελῆ ἡμῶν τὴν σπουδὴν ἐπιμένων ὁ χειμὼν ποιήσῃ ἢ καὶ βραδύτεροι τῶν ἀγγέλων οἱ φεύγοντες γενώμεθα. ἢν δὲ καὶ Λακεδαιμόνιοι τῆς φυγῆς αἴσθωνται, διώξει χρώμενοι αὐτίκα αὐτοῖς ἀγαθὸς ἔσται ὁ Παυσανίας, ταὐτὰ καὶ ἡμᾶς ἐργασάμενοι. σοὶ μὲν οὖν, ὦ Πολύγνωτε, σωζόμεθα καὶ οὐδὲν ἡμᾶς οὔτε χειμὼν οὔτε Λακεδαιμόνιοι σοί γε χάριν εἰδέναι κωλύουσιν, ἀλλὰ σὲ ἀγάμεθα καὶ τοῦ ἀγγεῖλαι σπουδῇ τοσαύτῃ τὰ ἐκ Λακεδαιμονίων πραχθέντα καὶ τὴν Ἀριστείδου σπουδήν, ἣν μόνος περὶ ἡμῶν καίπερ ἐχθρὸς ὢν ἐπεδείξατο, καὶ τοῦ διαγορεῦσαι μὴ φεύγοντας ἡμᾶς ὑπ’ ἐχθροῦ καταληφθήσεσθαι καὶ διεγνωσμένου ἤδη θανάτου. θεὸς δ’ ἂν εἴη τὸ ἐκ τοῦδε αἴτιος, εἴ σοι ἄρα τούτων καὶ τὰς ἀμοιβάς, ὦ Πολύγνωτε, ἀποτίσομεν. δ′. Ἁβρωνίχῳ. Οὐ τὸ παθεῖν Ἀθήνησιν ἀδίκως καὶ ἀναξίως, ὦ Ἁβρώνιχε, καινὸν εἶναί μοι φαίνεται (ἐπεὶ αὐτὸ μὲν τοῦτ’ ἐστὶ τὸ μὴ παθεῖν τι καινότερον), ἀλλ’ ὅτι τέως μὲν ὀλιγοχρόνιός τις ἦν ὁ φθόνος καὶ ταχὺν ἴσχων τὸν μετάμελον ἐν τῇ πόλει ἡμῶν, μᾶλλον δὲ ἐν τῇ ὑμετέρᾳ πόλει (ἐμοὶ μὲν γὰρ ὡς περὶ ἀλλοτρίας ἤδη οἱ λόγοι), τὰ νῦν δέ (ὁρᾷς γὰρ ὅσον ἐφ’ ἡμῶν τούτων ἐπιδίδωσι τοὐπιχώριον πάθος), ἐξωστρακισμένων ἡμῶν κατεψηφίσαντο, τὸ καινόν γε τοῦτο ποιοῦντες, ἐκ τῆς φυγῆς φυγαδεύοντες. μὰ Δί’ ἀλλ’ οὐδὲ φεύγειν ἐῶσιν, εὖ οἶδ’ ὅτι φήσεις. καὶ γὰρ ἔγωγε πέπυσμαι διότι ἡ φυγὴ μὲν ὀλίγον τι ἔδοξεν αὐτοῖς εἶναι τιμώρημα ἐπ’ ἄνδρα τοσαῦτα καὶ τηλικαῦτα κατειργασμένον αὐτῶν τοὺς πολεμίους, θανάτῳ μέντοι δεδόχθαι σφίσιν αὐτοῖς κολάζειν ἡμᾶς. αὐτοῦ γε τούτου ἕνεκα καὶ μαστῆρες Ἀθηναίων εἰς Ἄργος ἴασιν σκοποῦντες, ἕπονται δὲ αὐτοῖς καὶ Λακεδαιμόνιοι. ἐμὲ δ’ οὐκ Ἀθηναίοις ἐλύπουν, ὦ Ἁβρώνιχε, ἑπόμενοι Λακεδαιμόνιοι, Ἀθηναῖοι δέ με ἀνιῶσι Σπαρτιάταις ἑπόμενοι. καίτοι οὐκ Ἀθηναίοις διαβάλλουσι πιστεύοντες οἱ τῶν Λακεδαιμονίων ἔφοροι Παυσανίαν ἐκόλαζον, ἀλλ’ οὐδὲ τοῖς φίλοις τοῖς Παυσανίου καὶ συνειδόσιν ἐκείνῳ τοὔργον ἅπαν, μόλις δ’ αὐτῷ τῷ Παυσανίᾳ ὁμολογοῦντι. οἱ δ’ ὑμέτεροι οὐδενὶ τῶν ἀλλοτρίων, οὐδ’ εἰ πολέμιος εἴη, ἐπὶ τοῖς ἰδίοις ἀπιστοῦσιν. τὸ δ’ αἴτιον οἶμαι τούτου, διότι ἥδιον οὗτοι τοῖς φίλοις φθονοῦσιν ἤπερ ἄλλοι τοὺς ἐχθροὺς μισοῦσιν. ἀλλ’ οὐκ Ἀθηναίους γὰρ ἐλέγχειν ἐπιχειρῶν ἔγωγε λανθάνοντας τουτὶ γράφω (εἰ γὰρ, ὦ θεοὶ φίλοι, ἐλάνθανον μόνον· νῦν δὲ τοῖς ἐπαινοῦσιν αὐτοὺς μᾶλλον ἄπορος ἡ συνηγορία ἢ τοῖς ψέγουσιν ἀναγκαῖος ὁ ἔλεγχος), ἀλλὰ προσοδύρασθαί τί μοι ἔδοξεν ἀνδρὶ ἑταίρῳ ἐμαυτοῦ καὶ φίλῳ, ἔτι δὲ καὶ ὑπομνῆσαι τῶν οἰκείων, περὶ ὧν εὐλαβεῖσθαι ἔοικε μᾶλλον, ὅτι Λακεδαιμονίους ὁρῶμεν Ἀθηναίων ἄρχοντας καὶ ψηφιζομένους Ἀθήνησι κατὰ τῶν ἰδίων ἐχθρῶν ψηφίσματα. ἡ δὲ τῆς ὀργῆς αὐτῶν αἰτία οἶσθα, ὦ τᾶν, ὅτι ὁμοία μὲν ἐφ’ ὑμᾶς ὁμοία δὲ ἐπ’ ἐμέ, ἐπείπερ ἄμφω τὸ στρατήγημα τῆς περιτειχίσεως τοῦ ἄστεος παρ’ αὐτοὺς ἐπρεσβεύσαμεν. τῷ μὲν γὰρ συμπρεσβευτῇ ἡμῶν ἅτε ἀνδρὶ δικαίῳ καὶ δεόντως τοῦτο τοὔνομα εἰς τοὺς Ἕλληνας φερομένῳ ἁρπαγὴν ἔοικε διάλυσις εἶναι πρὸς Λακεδαιμονίους ἡ σὺν αὐτοῖς ἐφ’ ἡμᾶς ὁμοφροσύνη. ἀλλ’ ἐκεῖνος μὲν ἐρρώσθω ἐπίκοτος ὢν ἀεὶ καὶ δυσμενὴς καὶ φθονερὸς καί, ὥσπερ ποτὲ ἔφη Κάλλαισχρος ἐπ’ αὐτοῦ, μᾶλλον τῷ τρόπῳ Ἀλωπεκῆθεν ἢ τῷ δήμῳ· σὺ δ’ οὖν, Ἁβρώνιχε, τὰ παρόντα εὖ τίθεσο καὶ περὶ τῶν μελλόντων ἐκ τοῦ μηκίστου εὐλαβοῦ, καὶ δέδιθι Ἀθηναίοις πολλοῦ ἄξιος εἶναι. εἰ δὲ καὶ πεφύκοις, ὥσπερ πέφυκας, ἀλλ’ ἀποκρύπτου τὰ πλείω καὶ ἀγάπα λανθάνων. ταυτὶ μέν, ὦ βέλτιστε, περὶ σοῦ πρὸς σέ, τῶν δὲ ἐμῶν τὰ μὲν ἐνθάδε ἐμοὶ μελήσει δῆλον ὅτι, καὶ διαφευξόμεθα τούς τε οἴκοθεν ἐπὶ τὴν θήραν ἡμῶν ὡρμημένους κυνηγέτας καὶ τοὺς Λακωνικοὺς κύνας, οὐδὲ ἐπιχωρήσομεν Ἀθηναίοις μὲν ἐναγέσι γενέσθαι τοῦ ἡμετέρου μύσους καὶ παλαμναῖον ἢ ἀλιτήριον προστρῖψαι τῇ πόλει οὐκ ἀκεστὸν οὐδὲ χαλκοῖς ἀνδριάσιν ἀποδιοπομπησόμενον, οἷα περὶ Παυσανίου Σπαρτιάταις ὁ θεὸς ἔχρησεν, ἀλλ’ ἐνεργῆ τινὰ καὶ ἄφυκτον καὶ τοῦ Κυλωνείου πέρα, τοῖς γε μὴν Λακεδαιμονίοις διπλῇ, μᾶλλον δὲ τριπλῇ ἡσθῆναι ἡμᾶς μὲν ἀποτισαμένοις ἀνθ’ ὧν ὑπὲρ τῆς πρεσβείας τῆς μετὰ σοῦ δι’ ἔχθους ἡμῖν ἐγένοντο, ἀπάτην εἶναι λέγοντες ἡμετέραν τὴν κωλύμην αὐτῶν τῆς ἀδικίας, ἀλάστορα δὲ ἀκέραιον καὶ ποίνιμον εἰς τὰς κεφαλὰς τῶν Ἀθηναίων ἐξομορξαμένοις ἀνοσίως ἐμοῦ μιαιφονηθέντος ὑπ’ αὐτῶν, τὴν δὲ εἰς τοὺς Ἕλληνας αἰσχύνην, ἐπεὶ προυδίδω σφᾶς ὁ βασιλεὺς τῆς Λακεδαίμονος, ἐπικουφιεῖν οἰομένοις, εἰ καὶ πρὸς Ἀθηναίων ὁ στρατηγὸς αὐτῶν ἐγὼ προδότου δίκην ὁμοίως φαινοίμην κεκολασμένος. τούτων μὲν οὖν ἵνα μηδὲν γένηται ἐγὼ προμηθήσομαι, ὥσπερ ἔφην, κατὰ τὸ δυνατόν, καὶ τὰ δεινὰ ὡς ἐν ἀνθρωπίνῳ λογισμῷ ἐξευλαβησόμεθα, καὶ τὸ λοιπόν, ἐπειδὰν τελείως ἅπαντα ἐν ἀσφαλεῖ γένηται, πεύσῃ περὶ πάντων καὶ καθ’ ἕκαστα ἐπιστελοῦμέν σοι· τὰ δὲ αὐτόθι ἀντιβολοῦμέν σε καὶ ἱκετεύομεν, ὦ κράτιστε ἑταίρων, καὶ συλλαμβάνειν, ὡς ἂν οἷός τε ᾖς, καὶ βοηθεῖν ἡμῖν ἄντικρυς, τὰ μὲν χρήματα μὴ φυλάττοντα ἐμοὶ μηδὲ τοῖς ἐμοῖς παισίν, ἀλλὰ καιρίως ταῦτα καὶ δεξιῶς ὑπὲρ τῶν παίδων καὶ τῆς μητρὸς αὐτῶν ἀναλοῦντα, αὐτὸ δὲ τοῦτο σκοπούμενον ὁσημέραι, ὅπως τὸν Κλεόφαντον ἡμῖν καὶ τὰς ἀδελφὰς αὐτοῦ καὶ τὴν μητέρα περισώσεις· ὕπεισι δέ σοι ἡ πρὸς αὐτοὺς εὔνοια δι’ ἡμᾶς ἴσως, ᾗ σὺ θαρρεῖς, καὶ διὰ Λυσικλέα δὲ τὸν υἱόν σου σοί τε αὐτῷ στερκτέα καὶ ἐκείνῳ οὐκ ἀμελητέα, εἰ μὲν ἀξιωθησόμεθα κηδεσταὶ ὑμῶν γενέσθαι, ὅτι σοὶ μὲν υἱός ἐστιν, ἐκείνῳ δὲ γυνή, εἰ δὲ μή, ὅτι ἐμέλλησέ τε καὶ ἠλπίσθη ποτέ. καὶ οἶμαι μὲν οὔτε τοὺς Ἀθηναίους αὐτούς, εἰ καὶ πάνυ ἐπιδοίη καὶ μέγας γένοιτο ὁ τῶν μισούντων ἡμᾶς φθόνος, εἰς γύναιον ἢ εἰς παιδάρια παροινεῖν ἐπιχειρήσειν, οὔθ’ ἑτέροις ἐπιτρέψειν· εἰ δ’ αὖ λεπτὴ τις ἐλπὶς μόνον, μᾶλλον δ’ ἀμυδρὰ εἴη ὑποψία χεῖρον αὐτοῖς ἔσεσθαι μένουσι, καὶ δὴ γενέσθω αὐτίκα δὴ βοήθεια τὸ δέος. τὸ δὲ ὅπη πεμπτέον αὐτοὺς καὶ ὅπως τὴν ἀπάλλαξιν στελουμένους, τὸν παιδαγωγὸν οἶσθα τοῦ Κλεοφάντου, ὃς κἀμέ ποτε ἐθεράπευε· Σίκιννος αὐτῷ τοὔνομα. ἐκείνῳ μόνον τὸ χρῆναι μὴ μένειν ὑπόθου, τὰ δὲ ἄλλα ἐπίσταται καὶ δράσει αὐτός. ἀλλὰ γὰρ οὐχ οὕτως ἤδη μισητέον Ἀθηναίους ἡμῖν, ὥστε καὶ τοιαῦτά τινα περὶ αὐτῶν ὑπολαμβάνειν οἷα οὐδὲ ἐγένετο πώποθ’ ὑπ’ αὐτῶν, οἶμαι δὲ ὅτι οὔτε ἔστιν οὔτε ἂν γένοιτο οὐδὲν γὰρ περιττὸν πάλιν ἐν τοῖς οὕτως ἀναγκαίοις. δεδήλωκά σοι τὸ χρεὼν ὑπὸ σοῦ πραχθῆναι, καὶ σὺ ποιήσεις δῆλον ὅτι ὥσπερ ἐγὼ ἐπισκήπτω. ταῦτα μὲν νῦν ἐπείγουσιν ἡμῖν ἐδόκει γράφειν παρὰ σέ, μετὰ ταῦτα δέ, ὅταν τὰ μετὰ ταῦτα γένηται, γράψομεν. ε′. Τημενίδᾳ. Τὰ ἐν Ἀδμήτου οὕτως ἡμῖν ἐπράττετο, ὅπως σὺ ἐδόξασας. ὅτε μὲν οὖν ἥκομεν εἰς αὐτοῦ, οὐκ ἔνδημος ἦν, ἀλλ’ ἀπεδήμει εἰς Χάονας· ἐπιτυχόντες δὲ Κρατησιπόλιδι καὶ Στρατολάῳ τοῖς σοῖς ἀπεδίδομεν ἐκείνῃ τὰ γράμματα. καὶ ὃ μὲν ἧκε δι’ οὐ πολλῶν ἀλλ’ ὀκτὼ ἢ ἐννέα ἴσως ἡμερῶν, ἡμεῖς δὲ ἐφέστιοι ἐκαθεζόμεθα (οὕτω γὰρ ἐκέλευεν ἡ Κρατησίπολις), Ἀρύββας δὲ ὁ μικρὸς ὑποχείριος ἦν ἐμοὶ καὶ ξίφος ἐν θατέρᾳ. ἰδὼν οὖν ἐμὲ καὶ τὸ παιδίον ὁ Ἄδμητος ἐμὲ μὲν ἐγνώρισεν, καὶ εὖ οἶδ’ ὅτι ἐμίσησε, τὸ δὲ παιδίον ᾤκτειρε, τὸ δὲ ἐγχειρίδιον ἔδεισεν. ἀναστήσας τέ με οἴκοι μὲν ἀπηρνεῖτο οἷός τε εἶναι περισώζεσθαι, Ἀθηναίους ὀρρωδῶν καὶ μᾶλλον ἔτι Λακεδαιμονίους, πέμψειν δ’ ὅπῃ σώσομαι ὑπέσχετο καὶ πέπομφεν· Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνος ἐπέβην ὁλκάδι. εἰς Πύδναν τὰ νῦν ὥρμητο ἡ ναῦς, ἐκεῖθεν δὲ ἐπίδοξος ἦν εἰς τὴν Ἀσίαν καταίρειν. ταῦτά σοι τὰ περὶ τῆς παρ’ Ἄδμητον ἦν ἀφίξεως. καὶ ἵνα γράφῃς Ἄργοθεν, οὐκ αὐτῷ δὲ Ἀδμήτῳ (ἐκεῖνος μὲν γὰρ οὐδὲ πάνυ τι ἐῴκει βουλομένῳ με σῶν ἀφεῖναι), ἀλλὰ τῇ Κρατησιπόλιδι παρά τε τῆς ἀδελφῆς καὶ παρὰ σοῦ μέντοι· οὐδὲ γὰρ σοῦ μεῖον ἢ ἐκείνης ἐδόκει μοι προμηθὴς εἶναι.