<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="4"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:4" n="3"><p><label>(3)</label> ἀναστάντες οὖν ἐξῄειμεν ὀψόμενοι τὴν πόλιν, ὡς ᾠόμεθα, ἐγώ τε καὶ Ἡρακλείδης καὶ Ἀγάθων ὁ χρηστός, εἵποντο δὲ ἡμῖν καὶ τῶν θεραπόντων Βαιτύλος καὶ Ποδάρκης καὶ Φίλων ὁ θρασύς, ἡμεῖς μὲν ἄνοπλοι, τῶν δὲ θεραπόντων παρήρτητο ἕκαστος μάχαιραν, Φίλων μὲν γὰρ καὶ δόρυ ἐκόμιζε. μικρὸν δὲ προελθόντες ἀπὸ τοῦ λιμένος ὁρῶμεν στρατόπεδόν τε οὐ πρόσω τῆς πόλεως καὶ τὸ δεινότερον ἱππέας τρεῖς οὐ πόρρω ἡμῶν. καὶ Φίλων μὲν δούς μοι τὴν λόγχην, ἵν’ αὐτὸς ᾖ δρομικώτερος, ἐπὶ τὴν ναῦν ἔφευγεν, ἐγὼ δὲ οὐκ ἐλπίζων ὠκύτερον ἵππου ἐμαυτὸν εἶναι, περὶ τὸν βραχίονα ἑλίττων θοίμάτιον καὶ τὴν λόγχην διηγκυλωμένος ἔμενον. τὸ αὐτὸ δὲ ἐποίουν καὶ οἱ θεράποντες, Ἡρακλείδης δὲ καὶ Ἀγάθων λίθους ἔχοντες ὀπίσω ἡμῶν ἐκρύπτοντο.</p></div></div></div></body></text></TEI>