<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="4"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:4" n="2"><p><label>(2)</label> ὡς δὲ ἀνήχθημεν, ἕως μὲν Σήλυμβρίαν παραλλάξαι, κατεγελώμην ἐφ’ οἷς προεῖπον, εὐχόμενός γε καὶ μέχρι τῆς ἀποβάσεως γελᾶσθαι· ὡς δὲ τριάκοντά που σταδίους ἀπ’ αὐτῆς προεκόψαμεν, δεινὸς ἡμᾶς χειμὼν κατέλαβε. καὶ πολὺν μὲν χρόνον <pb facs="epistolographoih00hercuoft_0291"/> οὐδαμοῦ καθορμίσαι τὴν ναῦν δυνάμενοι πονηρῶς πάνυ διεκείμεθα, μόλις δέ ποτε ἐπιδόντες τὴν Πέρινθον ἐβιαζόμεθα πρὸς αὐτήν, κωπηλάται ἀγαθοὶ γενόμενοι· τοῖς μὲν γὰρ ἱστίοις οὐ φορητὸς ἦν ὁ ἄνεμος. καὶ δεινὰ παθόντες, ἵνα μὴ λέγω τὰ μεταξύ, μέσων που νυκτῶν κατήχθημεν εἰς Πέρινθον. καὶ τότε μὲν κατεδάρθομεν, ὑπελείπετο δὲ ἡμῖν καὶ ἕτερος χειμὼν οὐδὲν τοῦ λαττίου μετριώτερος. Περίνθιοι γὰρ ὑπὸ Θρᾳκῶν ἐπολεμοῦντο, καὶ τοῦτο οἱ πάντα ἀγνοήσαντες ἡμεῖς οὐκ ἐπυθόμεθα, καίπερ δώδεκα ἡμέρας ἐν Βυζαντίῳ διατρίψαντες, ἀλλ’ ὡς εἰκὸς αἰφνίδιος ἡ καταδρομὴ τῶν βαρβάρων ἐγένετο.</p></div></div></div></body></text></TEI>