Πολλὴν χάριν οἶδα τοῖς ἐπισχοῦσιν ἡμᾶς ἀνέμοις καὶ τὴν ἐν Βυζαντίῳ διατριβὴν βιασαμένοις, καίτοι τὸ πρῶτον ἠχθόμην αὐτοῖς ἐπειγόμενος. ἀλλὰ γὰρ ἀξίᾳ πρόφασις καὶ χρονιωτέρας μονῆς ἐφάνη Ξενοφῶν ὁ Σωκράτους γνώριμος. οὗτος γὰρ ὁ Ξενοφῶν εἷς τῶν ἐπ’ Ἀρταξέρξην στρατευσαμένων Ἑλλήνων, Κύρῳ δὲ συμμάχων ἐστί. καὶ τὸ μὲν πρῶτον μετά τινος τῶν στρατηγῶν ἦν οὐδὲν πολυπραγμονῶν ὅ τι μὴ στρατιώτην ἐχρῆν, καίπερ εἷς ὢν τῶν Κύρῳ τιμίων· ὡς δὲ Κῦρός τε ἀπέθανεν ἐν τῇ πρώτῃ μάχῃ καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων παρασπονδηθέντες ἀπετμήθησαν τὰς κεφαλάς, ᾑρέθη στρατηγὸς ἀνδρείας τε ἕνεκα καὶ τῆς ἄλλης σοφίας, δοκῶν ἄριστα ἂν διαπράξασθαι τὴν τοῖς Ἕλλησι. καὶ οὐκ ἔψευσεν αὐτοὺς τῆς ἐλπίδος, ἀλλὰ διὰ μέσης πολεμίας γῆς ὀλίγην στατιὰν ἄγων περιεσώσατο, ἑκάστης ἡμέρας τοῖς βασιλέως στρατηγοῖς παραστρατοπεδευόμενος.