(3) εἰ δὲ καὶ ἀληθεύσειεν ἡ μαντεία μακαριώτερον ἐμαυτὸν ἡγοῦμαι γενήσεσθαι ἢ εἰ βίος μοι μετὰ τὴν τυραννοκτονίαν εἰς γῆρας ἐδίδοτο· καλὸν γάρ μοι μεγάλα διαπραξαμένῳ πρότερον ἐξ ἀνθρώπων ἀπαλλάττεσθαι ἢ χρόνου τι συναπολαῦσαι, καὶ ἃ ἂν δράσωμεν, πολὺ νομισθήσεται μείζονα ὧν πεισόμεθα, καὶ αὐτοὶ τιμιώτεροι ἐσόμεθα τοῖς εὖ παθοῦσιν, εἰ τῷ ἰδίῳ θανάτῳ τὴν ἐλευθερίαν αὐτοῖς ὠνησόμεθα. μείζων γὰρ ὠφέλεια τοῖς εὐεργετηθεῖσιν εἶναι φαίνεται, ἧς ὁ δράσας οὐ μεταλαμβάνει. οὕτως μὲν δὴ προθύμως ἔχομεν πρὸς τὴν μαντείαν τοῦ θᾶνάτου. σὺ δὲ χαῖρέ τε, ὧ Πλάτων, καὶ εὐδαιμονοίης εἰς τέλειον γῆρας. προσαγορεύω δέ σε ὕστατα, ὡς πείθομαι.