<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="17"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:17" n="2"><p><label>(2)</label> οἶδα μὲν οὖν ὡς ἀναιρεθήσομαι, τελειώσας δὲ μόνον τὴν τυραννοκτονίαν τοῦτο παθεῖν εὔχομαι. <pb facs="epistolographoih00hercuoft_0300"/> μετὰ παιᾶνος γὰρ ἂν καὶ νικητηρίων ἀπολείποιμι τὸν βίον, εἰ καταλύσας τὴν τυραννίδα ἐξ ἀνθρώπων ἀπελεύσομαι. σημαίνει γάρ μοι καὶ ἱερὰ καὶ οἰωνίσματα καὶ πᾶσα ἁπλῶς μαντεία θάνατον κατορθώσαντι τὴν πρᾶξιν. ἐθεασάμην δὲ καὶ αὐτὸς ἐναργεστέραν ἢ κατ’ ὄνειρον ὄψιν. ἔδοξε γάρ μοι γυνή, θεῖόν τι χρῆμα κάλλους καὶ μεγέθους, ἀναδεῖν με κοτίνῳ καὶ ταινίαις καὶ μετὰ μικρὸν ἀποδεῖξαί τι μνῆμα περικαλλὲς καὶ εἰπεῖν « ἐπειδὴ κέκμηκας, ὦ Χίων, ἴθι εἰς τουτὶ τὸ μνῆμα ἀναπαυσόμενος. » ἐκ τούτου δὲ τοῦ ὀνείρατος εὔελπίς εἰμι καλοῦ θανάτου τυχεῖν· νομίζω γὰρ μηδὲν κίβδηλον εἶναι ψυχῆς μάντευμα, ἐπεὶ καὶ σὺ οὕτως ἐγίνωσκες.</p></div></div></div></body></text></TEI>