<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="17"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:17" n="1"><p rend="indent">Δυσὶν ἡμέραις τῶν Διονυσίων ἔμπροσθεν τοὺς πιστοτάτους μοι τῶν θεραπόντων, Πυλάδην καὶ Φιλόκαλον, ἐξέπεμψα ὡς σέ· μέλλω γὰρ τοῖς Διονυσίοις ἐπιτίθεσθαι τῷ τυράννῳ, πολιτευσάμενος ἐκ πολλοῦ ἀνύποπτος αὐτῷ γενέσθαι. πέμπεται δὲ ἐν ταύτῃ τῇ ἡμέρᾳ πομπὴ τῷ Διονύσῳ, καὶ δοκεῖ ὀλιγωρότερον ἕξειν δι’ αὐτὴν τὰ τῶν δορυφόρων· εἰ δὲ μή γε, κἂν διὰ πυρὸς ἐλθεῖν δέῃ, οὐκ ὀκνήσομεν, οὐδὲ καταισχυνοῦμεν οὔτε ἑαυτοὺς οὔτε τὴν σὴν φιλοσοφίαν. καὶ τὰ τῶν συνωμοτῶν δέ ἐστιν ἡμῖν ὀχυρά, πίστει δὲ ἢ πλήθει ὀχυρώτερα.</p></div></div></div></body></text></TEI>