<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="16"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:16" n="8"><p><label>(8)</label> φέρε γάρ, εἴ μοι ταραττομένῳ τι ὧν σὺ ὑποπτεύεις ἡ πρᾳεῖα ἐπισταίη θεὸς ἡσυχία καὶ ταῦτα λέγοι, « ἀχάριστος εἶ καὶ πονηρός, ὦ Χίων, καὶ οὔτε τῶν καλῶν ἐκείνων μαθημάτων οὔτε ὅλως σεαυτοῦ μνήμην ἔχεις. ἐμοὶ χρώμενος δικαιοσύνην ἤσκησας καὶ σωφροσύνην ἐκτήσω καὶ θεὸν ἔμαθες καὶ τὴν σεαυτοῦ πρὸς αὐτὸν συγγένειαν ἀνενεώσω καὶ τῶν ταπεινοτέρων τούτων, θαυμαστῶν δὲ τοῖς ἄλλοις κατεφρόνησας, φιλοτιμίας καὶ πλούτου καὶ ὅσα τούτοις ὅμοια. εἶτα νῦν, ὅτε ἀποδιδόναι σε δεῖ τὴν χάριν μείζονι ἤδη νόμῳ καὶ κρείττονι ψυχῇ συνόντα μοι καὶ διαλεγόμενον, ἀπολείψεις με οὐδὲ μεμνημένος, ὅτι οὐ τὰ ἄλλα μόνον ἐκ φιλοσοφίας ἔμαθες, ἀλλὰ καὶ τὸ ζητεῖν δεξιῶς ἃ μήπω σἶδας. καὶ πῶς ἂν σύ γε ζητήσειας ἢ εὕροις ἐμοῦ στερόμενος; »</p></div></div></div></body></text></TEI>