(7) ταῦτα ηὐχόμην τε καὶ ἐσπούδαζον μαθεῖν, πολιτείας δὲ (ἀνέξῃ γὰρ μετὰ παρρησίας μου λέγοντος) οὐδὲ μεμνῆσθαι ἠξίουν, ἔμαθον δὲ ἄλλα τε πολλὰ καὶ ταῦτα, οἷς νῦν χρήσομαι πρός σε, τὸν μὲν μὴ ἀδικοῦντα τιμᾶν, τὸν δὲ ἀδικοῦντα εὐεργεσίαις ἀμύνεσθαι, εἰ δὲ μή γε, ἡσυχίᾳ· καὶ φίλον μὲν τιμιώτατον ἡγεῖσθαι, ἐχθρὸν δὲ μηδένα ἑαυτῷ κατασκευάζειν, ἀλλὰ καὶ τὸν ὄντα φίλον ποιεῖσθαι, καὶ μηδὲν τηλικοῦτον νομίζειν κακόν, ὅσον ἂν ταράξειε τὴν ψυχὴν καὶ τῶν οἰκείων ἔργων ἀποτρέψειε πρὸς ἕτερα. ἆρά γε ἐπιβούλῳ μοι νομίζεις χρῆσθαι ταῦτα εἰδότι; μηδαμῶς, ἀλλὰ σοὶ μὲν ἀποκείσθω πολέμων ἔργα καὶ πολιτειῶν, ἡμῖν δὲ τῆς σῆς τοσοῦτον ἀποτετμήσθω τυραννίδος, ὅσον ἀταράχῳ ἀνδρὶ δοκεῖ ἐνησυχάσαι. πείθομαι δ’ ὅτι, ἢν καὶ διαλέγεσθαί με ἐφῇς τοῖς φίλοις, ἠρεμαίους ἂν αὐτοὺς ποιήσαιμι καὶ ἀπολιτεύτους ὧν σὺ βούλει, διεξιὼν τὰ ἀεὶ ἡμῖν μελετώμενα ἡσυχίας ἐγκώμια, ἐπεὶ καὶ τελέως ἂν εἴην μὴ ταῦτα φρονῶν ἀχάριστος.