(6) ὡς δὲ οὔτε πεφυκέναι κακὸς ἐδόκουν πρὸς αὐτὴν οὔτε πείθεσθαι ῥᾳδίως περὶ αὐτῆς, τηνικαῦτα ἤδη θεὸν πάντων ἐπόπτην καὶ κόσμου κατασκευὴν ἐμάνθανον καὶ φύσεως ἀρχὰς ἑώρων καὶ δικαιοσύνην τιμᾶν ἐδιδασκόμην καὶ ὅσα τοιαῦτα ἄλλα παιδεύει φιλοσοφία. καὶ οὐδὲν οὐχ ὅπως τοῦ εἰδέναι ταῦτα ἀλλ’ οὐδὲ τοῦ ζητεῖν τιμιώτερον. τί γὰρ κάλλιον ἢ ἄνθρωπον ὄντα θνητῆς φύσεως καὶ θεοῦ κεκραμένον μοίρᾳ μόνοις εὐκαιρεῖν τοῖς ἀθανάτοις ἑαυτοῦ καὶ ταῦτα πρὸς τὸ συγγενὲς ἄγειν; συγγενῆ δὲ τῷ θείῳ τὰ θεῖα λέγω,