(4) ἢ οὕτω τι ἐραστὴς ἀπεχθειῶν εἰμι, ὥστε μηδὲ τὴν πρὸς ἐμαυτὸν φυλάττειν φιλίαν, ἀλλ’ ἑκοντὶ ἐγχειρίζειν τὸ σῶμα τοῖς δικαίως αὐτὸ τιμωρησομένοις; ἀλλὰ ταῦτα μὲν καὶ τοῖς μὴ φιλοσοφήσασιν ἱκανή, μᾶλλον δὲ πέρα τοῦ ἱκανοῦ ἀπολογία. ἐγὼ δὲ οὐδ’ ἄλλως ἀφυὴς γενόμενος πρὸς τὰ ἐκ φιλοσοφίας ἀγαθὰ συνέλαβον τῇ φύσει ὡς μάλιστα ἐνῆν, καὶ νεανίας γενόμενος οὐκ ἀρχὰς οὐδὲ φιλοτιμίας εἱλόμην, ἀλλὰ εὐθέως θεατὴς ἤρων γενέσθαι τῆς φύσεως τῶν λόγων. καὶ οὗτός με ὁ ἔρως ἤγαγεν εἰς Ἀθήνας καὶ Πλάτωνι ἐποίησε φίλον, καὶ μέχρι γε νῦν οὔπω αὐτοῦ πέπλησμαι.