(3) ἡμῖν δὲ μέχρι τῆς νῦν ἡμέρας οὐδὲν οὔτε μέγα οὔτε μικρὸν ὑπῆρκται πρὸς ἀλλήλους ἀπεχθείας ἔργον, ἀλλὰ σοὶ μὲν οὐδὲν πλέον ὑπονοίας καὶ λόγου, ἐγὼ δὲ καθαρεύω τὴν ψυχὴν καὶ ἀπὸ τούτων. τί οὖν βουλόμενος ἐξαίφνης στασιάζω πρός σε, καὶ ταῦτα μηδέπω καὶ τήμερον ἑορακὼς ἀρχομένην ὑπὸ σοῦ τὴν πατρίδα; ἢ νὴ Δία φυσῶσί με αἱ πολλαὶ τριήρεις καὶ οἱ ἱππεῖς, ἵνα, εἰ μηδὲν ἄλλο, ὑποπτεύῃς τό γε δύνασθαί με ἐχθρὸν εἶναι; ἀλλὰ ἀπεδήμησα μὲν σὺν ὀκτὼ θεράπουσι καὶ φίλοις δύο, Ἡρακλείδῃ καὶ Ἀγάθωνι, ἀναλύω δὲ δύο τῶν οἰκετῶν ἀποβαλών. ταῦτα δὲ οὐκ οἶδ’ ὅπως πείθουσί σε ἱκανὴν εἶναι παρασκευὴν ἐπὶ σέ· ἐκεῖνο δ’ οὐ σκοπεῖς, ὅτι, εἰ συνῄδειν ἐμαυτῷ δικαίως ὑποπτευομένῳ, οὐκ ἄν ποτε ἑκὼν ἐμαυτὸν ἐνεχείριζον τῷ ὑποπτεύοντι.