(2) οὐκ ἠπόρουν δὲ πάλιν τῷ μηδὲν ἐννοεῖσθαι τοιοῦτον, ὁποῖον ἴσως ὑποπτεύομαι, ἀλλὰ καὶ πάνυ ἔχων πείθειν σε, ὅτι ἡ ἐμὴ ψυχὴ οὐδενὶ εὐέμβατός ἐστι τῶν τοιούτων βουλευμάτων. οἶμαι μὲν οὖν, εἰ καὶ μὴ ἐπεφιλοσοφήκειν, ἱκανὸν ἂν γενέσθαι τεκμήριον τοῦ μὴ ἀπεχθῶς ἔχειν πρός σε τὸ μηδὲ ἠδικῆσθαί τι ὑπὸ σοῦ. οὐδὲ γὰρ οἱ ἀφιλοσόφητοι μὴ παντάπασί γε μανέντες, καθ’ ἡδονήν τινα τὰς ἀπεχθείας ἐπαναιροῦνται, οὐδ’ ἔρωτάς τινας ὥσπερ παιδικῶν ἐπιτηδευμάτων οὕτῳ καὶ μίσους λαμβάνουσι, (πολλοῦ δεῖ), ἀλλὰ καὶ πάνυ ἐπίστανται, ὅτι οὐδὲν ἀνθρώποις ἀπεχθείας ἀνιαρότερον· ὅταν δὲ ὑπὸ ἀνηκέστου τινὸς διαιρεθῶσιν ἀπὸ ἀλλήλων τὰς ψυχάς, τότε ἀπεχθάνονται, καὶ οὐδὲ τότε ἑκόντες.