’Εν Ἀθήναις μοι φιλοσοφίας χάριν διατρίβοντι τῶν κοινῶν τινες φίλων καὶ ὁ πατὴρ ἔγραψαν ὡς δι’ ὑποψίας εἴην πρός σε, καὶ τὰς αἰτίας ἐκέλευον ἀπολύσασθαι· τοῦτο γὰρ δίκαιον εἶναι καὶ αὐτῷ μοι ἄμεινον ἐγὼ δὲ ὅτι μὲν ὀρθῶς παρῄνουν ταῦτα, σαφῶς ᾔδειν, ἠγνόουν δὲ ἀφ’ ὧν διεβλήθην, καὶ τοῦτό μοι πρὸς τὴν ἀπολογίαν ἦν ἄπορον· οὔτε γὰρ αὐτὸς παρῆν, ὅτε περιεβάλου τὴν ἀρχήν, οὔτε ἀπὼν ἐδυνάμην ε’ναντιοῦσθαι οὔθ’ ὅλως ἢ λόγος ἢ ἔργον τι τῶν ἐμῶν ἐπίμιξίαν τινὰ ἔσχε πρὸς τὰ αὐτόθι πράγματα. τίνες οὖν αἱ διαπόντιοι πρὸς μόναρχον ἐναντιώσεις ἀνθρώπου μετ’ ὀλίγων οἰκετῶν ἀποδημοῦντος οὐκ ἐγὼ ηὕρισκον, καὶ διὰ τοῦτό γε ἠπόρουν ἀπολογίας, ὅτι οὐδὲν ἑώρων τὸ κατηγορούμενον.