<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="14"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:14" n="4"><p><label>(4)</label> ἴσθι οὖν τοιοῦτόν με ὑπὸ φιλοσοφίας γενόμενον, ὁποῖον κἂν δήσῃ Κλέαρχος, κἂν ὁτιοῦν δράσῃ τῶν χαλεπῶν, οὐδέποτε ποιήσει δοῦλον· οὐδέποτε γάρ μου τὴν ψυχήν χειρώσεται, ἐν ᾗ τὸ δοῦλον ἢ τὸ ἐλεύθερον, ἐπεὶ σῶμά γε ἀεὶ συντυχίας ἧττον, κἂν ὑπ’, ἀνδρὶ μὴ τάττηται δεσπότῃ. ἢν δέ με ἀποκτείνῃ, τότε καὶ τὴν τελείαν ἐλευθερίαν χαριεῖταί μοι. ἣν γὰρ οὐδὲ τὸ περιέχον σῶμα ᾠκείωσε τῇ ἑαυτοῦ δουλείᾳ, ταύτῃ τίνα οἰκμονομίαν ἐλλείψειν δοκεῖς κεχωρισμένῃ τοῦ σώματος ; οὐ μόνον δὲ ἐγώ, ὃ ἂν πάσχω, ἐλεύθερος, ἀλλὰ καὶ Κλέαρχος, ὃ ἂν διαθῇ με, δοῦλος γενήσεται· φοβούμενος γὰρ διαθήσει, δέος δὲ οὐδὲν ἔχει ψυχῆς ἐλευθερία.</p></div></div></div></body></text></TEI>