<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="14"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:14" n="3"><p><label>(3)</label> ἡ μὲν οὖν πατρὶς ἐν τοιούτοις κακοῖς καὶ κινδύνοις ἐστίν, ἐγὼ δέ, εἰ μὲν αὐτὸ ἐφ, ἑαυτοῦ βούλοιο τοὐμὸν σκέπτεσθαι, καὶ πάνυ ἀσφαλής εἰμι. δουλείαν γὰρ ταύτην ἔγωγε νομίζω, ἣ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ὑφ’, ἑαυτὴν ἔχει· ἡ δὲ τῆς μὲν ψυχῆς οὐδ’ ὁτιοῦν ἁπτομένη, τὸ δὲ σῶμα μόνον ἔχουσα οὐδὲ δουλεία τυγχάνειν ἔμοιγε δοκεῖ. τεκμήριον δέ. εἴ τι γὰρ δουλείας κακόν, τοῦτο ἐπὶ ψυχὴν καταβαίνει, ἐπεὶ ἄλλως οὐδὲ κακὸν λέγοιτο ἄν· φόβος γὰρ τοῦ παθεῖν καὶ ἡ ἐκ τοῦ παθεῖν λύπη τὰ δεινότατα τοῖς μὴ ἐλευθέροις. τί οὖν; ἄν τις μὴ φοβῆται τὸ μέλλον κακὸν μηδὲ ἐπὶ τῷ γινομένῳ ἄχθηται, δουλεύσει; καὶ πῶς ὅ γε μὴ ἔχων τὰ δουλείας κακά;</p></div></div></div></body></text></TEI>