(2) μικραὶ γὰρ δὴ ῥοπαὶ καὶ τῶν πολυχρονίων καὶ σχεδὸν εἰπεῖν ἀπαύστων ἄρχουσι κακῶν καὶ ἔγγιστα ὅμοιόν τι ποιοῦσι τοῖς νοσήμασι τῶν σωμάτων. ὥσπερ γὰρ ἐκεῖνα περὶ μὲν τὰς ἀρχὰς ῥᾷον ἀπολύεται τῶν ἀνθρώπων, ἐνισχύσαντα δὲ δυσίατα ἢ καὶ τελέως ἀνίατα γίνεται, οὕτω καὶ τὰ ἐν ταῖς πολιτείαις νοσήματα. μέχρι μὲν γὰρ μνήμη τε ἐλευθερίας ἰσχύει καὶ ὑπέρχεται τοὺς δουλουμένους, παράταξις λίαν ὀχυρὰ γίνεται πρὸς τοῦ πλήθους· ἐπειδὰν δὲ ἅπαξ ὑπερισχύσῃ τὸ κακὸν καὶ μηκέτι ᾖ τοῖς ἀνθρώποις λόγος, ὅπως αὐτὸ ἀπαλλάξωσιν ἑαυτῶν, ἀλλ’ ὅπως ἂν ῥᾷστα ἐν αὐτῷ διάγοιεν, τότε ὁ παντελὴς ὄλεθρος γίνεται.