<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1" n="14"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0041.tlg001.1st1K-grc1:14" n="1"><p rend="indent">Εἰς Βυζάντιον θρασυτέρῳ μέν, ταχεῖ δ’ οὖν πλῶ διασωθεὶς ἔγνων αὐτός τε ἐπιμεῖναι χρόνον, ὃν ἄν μοι καλῶς ἔχειν δοκοίη, καὶ πρὸς ὑμᾶς ἐκπέμψαι Κρωβύλον τὸν θεράποντα, ἵνα τὴν κάθοδον πράττωμεν ὠφελίμως τῇ πατρίδι· τὸ μὲν γὰρ ἡμέτερον ἀσφαλὲς οὐκ ἐπὶ Κλεάρχῳ ἐστίν. βούλομαι δ’, ἐπεὶ προήχθην ἅπαξ, καὶ καθόλου σοι τὴν ἐμὴν γνώμην δηλῶσαι. ἐμοὶ γὰρ δοκεῖ τῇ μὲν πατρίδι ὁ μέγιστος εἶναι κίνδυνος μετ’ ἀτυχίας ἤδη παρούσης. νῦν τε γάρ, ὡς πυνθάνομαι, σφαγάς τε ἀνδρῶν καὶ φυγὰς ὑπομένει, στερομένη μὲν τῶν ἀρίστων πολιτῶν, τοῖς δὲ ἀσεβεστάτοις δουλεύουσα, καὶ εἰσαῦθις οὐχ ὁ τυχὼν αὐτῇ κίνδυνος, μήποτε ἐκ τῆς περὶ ταῦτα συντυχίας οἷς μὲν πόθος τοῦ τυραννεῖν, οἷς δὲ συνήθεια δουλείας γένηται, καὶ τὸ λοιπὸν εἰς μοναρχίαν ἀκατάλυτον περιστῇ τὰ πράγματα.</p></div></div></div></body></text></TEI>