(3) καὶ τὰ μὲν ἐμά, ὡς ἂν ἔχῃ, ἀσφαλῶς ἔχει· ἀγαθὸς γὰρ καὶ ζῶν καὶ ἀποθνήσκων ἔσομαι. ὅπως δέ τι καὶ ὑπὲρ τῆς πατρίδος πολιτευώμεθα, πεῖθε τὸν Κλέαρχον, ὅτι φιλοσοφήσαντες ἡσυχίας γλιχόμεθα καὶ τελέως ἀπολίτευτοι τὰς ψυχὰς ἐσμέν· ταῦτα δὲ καὶ διὰ Νύμφιδος πεῖθε αὐτόν, ὃς ἡμῖν μὲν φίλος, ἐκείνῳ δὲ καὶ συγγενής ἐστιν· οὕτως γὰρ ἂν πορρωτάτω πάσης ὑποψίας ἀπάγοιτο. ἀπροκαλύπτως δέ σοι γράφομεν, ἐπεὶ καὶ πιστοῖς ἐπιτιθέμεθα ἀνδράσι τὰς ἐπιστολὰς καὶ Κλέαρχος, ὡς ἐδήλους καλῶς ποιῶν, περὶ γοῦν ταῦτα οὐ πολυπραγμονεῖ.