<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0039.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0039.tlg001.1st1K-grc1" n="1"><p rend="indent">Τὰς Βρούτου ἐθαύμασα πολλάκις ἐπιστολάς, οὐ μόνον δεινότητος καὶ συντομίας χάριν, ἀλλὰ καὶ ὡς ἡγεμονικοῦ φρονήματος ἐχούσας χαρακτῆρα· ἐοίκασι γὰρ οὐδὲν νομίζειν καλόν, εἰ μὴ καὶ μεγαλοψυχίας ἔχοιτο. ἐγὼ δ’ ἃ μὲν περὶ τῶν τοιούτων φρονῶ λόγων οὐδ’ ἐν τῷδε ἀξιῶ διαμφισβητεῖν· ἀποφαίνοντος δὲ σοῦ δυσαποκρίτως αὐτὰς ἔχειν, ᾠήθην δεῖν πεῖραν ποιήσασθαι τῆς ἀντιγραφῆς καὶ πορίσασθαι λόγους, οἵους εἰκὸς ἦν ἕκαστον ἀποκρίνασθαι τῶν ἐπεσταλκότων. ἦν δὲ δυσεύρετος ἡ ἐπιβολὴ κατ’ ἄγνοιαν τῆς τότε περὶ τὰς πόλεις τύχης τε καὶ γνώμης· οὐ μὴν ταύτῃ γε ἀνῆκα τὴν ὁρμήν, ἀλλὰ τὰ μὲν ἐξ ἱστοριῶν ἐπιλεξάμενος, τὰ δὲ ταῖς δευτέραις καὶ τρίταις ἐπιστολαῖς ὑποσημαίνεσθαι περὶ τῶν προτέρων συνεὶς οὐχ ἥκιστα παρέζευξα καὶ τὸν ἐξ ἐπινοίας κατάλογον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0039.tlg001.1st1K-grc1" n="2"><p><label>(2)</label> φύσει δέ πως δυσχερὲς ἀποβαίνει τὸ εἰς ἀλλοτρίαν συνδραμεῖν εὐστοχίαν, ὁπότε καὶ ἰδίαν χαλεπὸν ἀναλογῆσαι. ὁ γοῦν Βροῦτος μυρίας ὡς εἰκὸς ἄνδρα πολλοῖς ἔθνεσι πολεμοῦντα διαπρεσβευσάμενος ἐπιστολάς, εἴτε ἰδίας εἴτε τινὸς τῶν εἰς ταῦτα μισθοῦ δοκίμων, μόνας ἐξέδωκε τὰς εὐφόρως γραφείσας διὰ τὸ ἀρκέσαι ταῖς ὀλίγαις μόλις τὴν διόρθωσιν. ὁπότε οὖν ἐκεῖνος ἠσθένησεν ἑαυτὸν ἐν πᾶσι μιμήσασθαι, πῶς οἷόν τε ἡμᾶς ἑτέρῳ ἐξομοιωθῆναι καὶ τῇ κατὰ σφᾶς ὁμοτονῆσαι προθέσει;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0039.tlg001.1st1K-grc1" n="3"><p><label>(3)</label> ἀλλά πως γλυκὺ πάθος ἐλπίς, οὐ τῇ ἐπιτυχίᾳ δελεάζουσα μόνον, κολακεύουσα δὲ καὶ τὸ ἀπότευγμα, δι’ ἣν οὐδενὸς ἄλλου λείπεσθαι δικαιῶ μάλιστά σοι χαριεῖσθαι. ἐπεὶ κἀκεῖνό με οὐ λέληθεν, ὅτι ὃ μὲν πολλοῖς ἀνδράσι καὶ δήμοις γράφων εἰκότως ἑνὸς ἐξείχετο χαρακτῆρος, ὃ δὲ ὑπὲρ πολλῶν διαλεγόμενος, ἐὰν μὲν ἀλλάσσῃ τὸν τύπον, ἀποπεπλανῆσθαι δόξει τοῦ σκοποῦ, τῇ δὲ αὐτῇ προσέχων ἰδέᾳ καὶ ἀπίθανος φανήσεται καὶ ἕωλος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0039.tlg001.1st1K-grc1" n="4"><p><label>(4)</label> ἔτι πρὸς τούτοις ἐνθυμητέον, ὡς <pb facs="epistolographoih00hercuoft_0272"/> ἡγεμόνος μὲν ἴδιον οἴονταί τινες τὰ γέμοντα ὑπεροψίας ἐπιστέλλειν τοῖς ὑπηκόοις, ἡμῖν δ’ ἡ αὐθάδης ἀντιγραφὴ κατάγνωσιν ὡς ἠλιθίοις φέρει, τὸ δὲ ταπεινὸν οὐκέτ’ ἀναλογεῖ πρὸς τὴν ὁμοίαν ἀπόκρισιν. ὅμως δ’ οὖν τὰ δυσχερῆ καίπερ τοσαῦτα ὄντα προεκλογισάμενος οὐδὲν ἧττον ὑπέστην τὸ ἔργον, βραχὺ μὲν ἐμαυτῷ γύμνασμα συντάξας, σοὶ δὲ οὐ μέγα κτῆμα, ἀλλὰ τοῖς πολλοῖς τάχα καὶ εὐκαταφρόνητον· φιλεῖ γὰρ τὰ πρὸ τῆς πείρας θαυμαστὰ μετὰ τὴν ἐκ τοῦ συντελέσματος γνῶσιν ῥᾴδια εἶναι παραθεωρεῖσθαι.</p></div></div></body></text></TEI>