α′. Ἀθηναίοις. Γελᾶτε ἐμὴν φωνήν, διότι οὐ τρανῶς ἑλληνικὰ γράμματα λέγει. Ἀνάχαρσις παρʼ Ἀθηναίοις σολοικίζει, Ἀθηναῖοι δὲ παρὰ Σκύθαις. οὐ φωναῖς διήνεγκαν ἄνθρωποι ἀνθρώπων εἰς τὸ εἶναι ἀξιόλογοι, ἀλλὰ γνώμαις, ὥσπερ καὶ Ἕλληνες Ἑλλήνων. Σπαρτιᾶται οὐ τρανοὶ ἀττικίζειν, ἀλλʼ ἔργοις λαμπροὶ καὶ εὐδόκιμοι. οὐ ψέγουσι Σκύθαι λόγον; ὃς ἐμφανίζει τὰ δέοντα, οὐδʼ ἐπαινοῦσιν ὃς ἂν μὴ ἐφίκηται τοῦ δέοντος. πολλὰ καὶ ὑμεῖς οἰκονομεῖτε οὐ προσέχοντες φωνῇ ἄρθρα οὐκ ἐχούσῃ. εἰσάγεσθε ἰατροὺς Αἰγυπτίους, κυβερνήταις χρῆσθε Φοίνιξιν, ὠνεῖσθε ἐν ἀγορᾷ οὐ διδόντες πλεῖον τῆς ἀξίας τοῖς ἑλληνιστὶ λαλοῦσιν, οὐδὲ ὀκνηρῶς λαμβάνετε παρὰ βαρβάρων, ἐὰν πρὸς τρόπου πωλῶσι. βασιλεῖς Περσῶν κἀκείνων φίλοι μεγαλοφρονοῦντες ὅταν βούλωνται πρὸς Ἑλλήνων πρεσβευτὰς ἑλληνικῇ φωνῇ φθέγγεσθαι, ἀναγκάζονται σολοικίζειν, ὧν ὑμεῖς οὔτε βουλὰς οὔτε ἔργα καταμέμφεσθε. λόγος δὲ κακὸς οὐ γίνεται, ὅταν βουλαὶ ἀγαθαὶ ὦσι, καὶ ἔργα καλὰ λόγοις παρακολουθῇ. Σκύθαι δὲ κρίνουσι λόγον φαῦλον, ὅταν διαλογισμοὶ φαῦλοι γίγνωνται. πολλῶν καθυστερήσετε, ἂν δυσχεραίνητε φωναῖς βαρβάροις, καὶ διὰ τοῦτο μὴ ἀποδεχόμενοι τὰ λεγόμενα· πολλοὺς γὰρ ποιήσετε ὀκνηροὺς εἰσηγεῖσθαι ὑμῖν τὰ συμφέροντα. διὰ τί βαρβαρικὰ τιμᾶτε ὑφάσματα, φωνὴν δὲ βάρβαρον οὐ δοκιμάζετε; αὐλούντων καὶ ᾀδόντων φωνὰς ζητεῖτε ἐμμελεῖς, καὶ ποιητῶν ἔμμετρα ποιούντων ἐπιλαμβάνεσθε, εἰ μὴ ἀναπληροῦσι γράμμασιν ἑλληνικοῖς τὰ μέτρα· λεγόντων δὲ θεωρεῖτε αὐτὰ τὰ λεγόμενα· τὸ γὰρ τέλος τούτων εἰς ὄνησιν. καὶ βαρβάροις πειθόμενοι οὐκ ἐπιτρέψετε γυναιξὶ καὶ τέκνοις, καὶ προσέχουσιν ὑμῖν, ἐὰν σολοικίζητε· κρεῖσσον γὰρ σολοικίζουσιν πειθαρχοῦντας σώζεσθαι, ἢ τρανῶς ἀττικίζουσιν ἐπακολουθοῦντας μεγάλα βλάπτεσθαι. ἀπαιδεύτων ταῦτά ἐστι καὶ ἀπειροκάλων, ἄνδρες Ἀθηναῖοι· σώφρων γὰρ οὐδεὶς ἂν διανοηθείη ταῦτα. β′. Σόλωνι. Ἑλλήνες σοφοὶ ἄνδρες, οὐδέν γε σοφώτεροι βαρβάρων· τὸ γὰρ ἐπίστασθαι καλὸν εἰδέναι οὐκ ἀφείλοντο θεοὶ βαρβάρων. πεῖραν δʼ ἔξεστι λαμβάνειν ἐξετάζοντας εἰ καλὰ φρονοῦμεν, καὶ βασανίζειν εἰ συμφωνοῦμεν· λόγοις πρὸς ἔργα εἰ ὅμοιοί ἐσμεν τοῖς ἀγαθῶς ζῶσι. στολὴ δὲ καὶ κὀσμος σώματος μὴ γενέσθωσαν ἐμπόδιον ὀρθῆς κρίσεως· ἄλλοι γὰρ ἄλλως κατὰ νόμους πατέρων κεκοσμήκασι τὰ σώματα· σημεῖα δὲ ἀσυνεσίας τὰ αὐτὰ βαρβάροις καὶ Ἕλλησιν, ὁμοίως δὲ συνέσεως. σὺ δὲ διότι Ἀνάχαρσις ἐλθὼν ἐπὶ σὰς θύρας ἐβούλετό σοι ξένος γενέσθαι, ἀπηξίωσας· καὶ ἀπεκρίνω, ἐν οἰκείᾳ χώρᾳ μὴ δεῖν ξενίαν συνάπτειν. εἰ δέ τίς σοι κύνα Σπαρτιάτην ἐδωρεῖτο, οὐκ ἂν προσέτασσες ἐκείνῳ ἀνδρὶ κύνα τοῦτον εἰς Σπάρτην ἀγαγόντα δοῦναί σοι. πότε δὲ καὶ ἐσόμεθα ἕτεροι ἑτέροις ξένοι, ἐπειδὰν ἕκαστος τοῦτον τὸν λόγον λέγῃ; ἐμοὶ μὲν οὐ καλῶς ἔχειν ταῦτα δοκεῖ, Σόλων, Ἀθηναῖε σοφέ, καί με κελεύει θυμὸς πορεύεσθαι πάλιν ἐπὶ σὰς θύρας, οὐκ ἀξιώσοντα ἃ καὶ πρότερον, ἀλλὰ πευσόμενον πῶς ἔχει ἅπερ ἀπεφήνω ὑπὲρ ξενίας. γ′. Ἰππόρχῳ. Οἶνος πολὺς ἄκρατος ἀλλότριος τοῦ καλῶς τίθεσθαι τὰ καθήκοντα· συγχεῖ γὰρ φρένας, ἐν αἷς ἵδρυται ἀνθρώποις τὸ λογίζεσθαι, τὸν δὲ ὀρεγόμενον μεγάλων οὐκ εὐχερὲς καλῶς πρᾶξαι ἃ ἐπιβάλλεται, ἐὰν μὴ νήφοντα βίον καὶ μεριμνητικὸν ἐνστήσηται. ἀφεὶς οὖν κύβους καὶ μέθην τρέπου πρὸς τὰ διʼ ὧν ἄρξεις, κατὰ τρόπον εὐεργεσίας πατρὸς σεαυτοῦ φίλους καὶ προσαίτας εὖ ποιῶν· εἰ δὲ μή, πρὸς τῷ αἰσχρὸς εἶναι κινδυνεύσεις ἰδίῳ σώματι. τότε δὲ μνησθήσονταί σου φίλοι ἀνδρὸς Σκύθου Ἀναχάρσιδος. δ′. Μηδόκῳ. Φθόνος καὶ πτόησις μεγάλα τεκμήρια φαύλης ψυχῆς· φθόνῳ μὲν γὰρ ἕπεται λύπη εὐπραγίας φίλων καὶ πολιτῶν, πτοήσει δὲ ἐλπίδες κενῶν λόγων. Σκύθαι οὐκ ἀποδέχονται τοιούτους ἄνδρας, ἀλλὰ χαίρουσί τε τοῖς εὖ πράττουσι, καὶ ζητοῦσιν ὧν εὔλογον αὐτοὺς τυχεῖν· μῖσος δὲ καὶ φθόνον καὶ πᾶν δύσκολον πάθος ὡς πολέμια ἐκδιώκοντες παντὶ σθένει διατελοῦσιν. ε′. Ἄννωνι. Ἐμοὶ μὲν περίβλημα χλαῖνα σκυθική, ὑπόδημα δέρμα ποδῶν, κοίτη δὲ πᾶσα γῆ, δεῖπνον καὶ ἄριστον γάλα καὶ τυρὸς καὶ κρέας ὀπτόν, πιεῖν ὕδωρ. ὡς οὖν ἄγοντός μου σχολὴν ὧν οἱ πλεῖστοι ἕνεκεν ἀσχολοῦνται παραγενοῦ πρός με, εἴ τινά μου χρείαν ἔχεις. δῶρα δʼ οἷς ἐντρυφᾶτε ἀντιδωροῦμαί σοι, ὑμεῖς δʼ ὅσοι Καρχηδονίων εἰς χάριν σὴν ἀνέθεσθε θεοῖς.