χαῖρε φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντι ἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνα σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωρὰν ἔρχομαι, οὐδ’ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω· ἀλλ’ ἐράω· καλὸν δέ τ’ ἐρασσαμένω συναρέσθαι.