Ὄλβιοι οἱ φιλέοντες, ἐπὴν ἴσον ἀντεράωνται. ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος, εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο. ὄλβιος ἦν χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας, ὥνεκά οἱ ξυνὰς Πυλάδας ᾅρητο κελεύθως.