Οὐκ οἶδ᾽, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι. εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα· εἰ δ’ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν; εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν