ἐκ θυμῶ δὲ φιλεῦντι καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται. κἢν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἀείδῃ, τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν· ἢν δὲ νόον τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ, ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.