ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ’ ἐδίδασκε θνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα. κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτ’ ἐδίδασκον, ὅσσα δ’ Ἔρως μ’ ἐδίδαξεν ἐρωτύλα πάντ’ ἐδιδάχθην. VI. Ταὶ Μοῖσαι τὸν Ἔρωτα τὸν ἄγριον οὐ φοβέονται