τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε. χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη, τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν, ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ, καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς