μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα· φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ. φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ, εἰσόκα μή νιν ἕλῃς· ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς, οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶ