Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε, χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ, τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτων