ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν, ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι; XI. —ΕΙΣ ΤΟΝ ΥΑΚΙΝΘΟΝ ἀμφασία τὸν Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα. δίζετο φάρμακα πάντα, σοφὰν δ’ ἐπεμαίετο τέχναν, χρῖεν δ’ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν