Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας, τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χάλεπτες; τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ, ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι, ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;