χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει, ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες. ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος, καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν, Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.