αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις. μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι. οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα· λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις. καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων. κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν, ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.