καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’ ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις. δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη. αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν. αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις. μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι. οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα· λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις. καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων. κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν, ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν. βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ, ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων. ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν· ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις. κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν· ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς, ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν· χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει, ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες. ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος, καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν, Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.