χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες. σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις; καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’ ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις. δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη. αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.