ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν, καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι. θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα, χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες. σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;