φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν. λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ· ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν, καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι. θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,