φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν. λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·