δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω, ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω. ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον, τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα, ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω, ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,