ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις. Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις. Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ; ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος, ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ, πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,