κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν. καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας, καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι, ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα