μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε· ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις. αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες. κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι, λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,