χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες. ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος. Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις· κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν. καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας, καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,