στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες. ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος. Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·