καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται· ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα. ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο, στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ