ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις· μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος. τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται