καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει. Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει, ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν. αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες. ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις· μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος. τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο