Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις· ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες. μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε· ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις. αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες. κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,