Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις· ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες. μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε· ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.