καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος· ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην. νῦν δέ μοι οἴχεται οἶος ἐπ’ ἀλλοτρίης νέον ἆθλον ἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.